Προσευχαὶ εἰς τοὺς Ἁγίους Ἀγγέλους


Ἄναρχε Λόγε, ἱεραῖς δεήσεσι, τῶν Χερουβεὶμ Σεραφείμ, Ἐξουσιῶν Θρόνων, καὶ θείων Δυνάμεων, Ἀγγέλων Ἀρχαγγέλων τε, Ἀρχῶν Κυριοτήτων, τὰ σὰ ἐλέη τὰ πλούσια, δώρησαι ἡμῖν ὡς φιλάνθρωπος.

Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὦ Σεραφεὶμ ῥύσασθέ με, Ἐξουσίαι Χερουβεὶμ ἱκετεύω, Κυριότητες, Ἀρχαὶ καὶ Θρόνοι καὶ Ἀρχάγγελοι, σὺν τοῖς Ἀγγέλοις πᾶσι, τὸν Λυτρωτὴν ἱκετεύσατε.

Νοεραί σε Δυνάμεις, νῦν καθικετεύουσιν εὔσπλαχνε Κύριε, Ἐξουσίαι Θρόνοι, Σεραφεὶμ Κυριότητες Ἄγγελοι, σὺν τοῖς Ἀρχαγγέλοις καὶ ταῖς Ἀρχαῖς· Ἵλεῳς ἔσο τῷ λαῷ σου, καὶ σῶσον ὡς εὔσπλαγχος.

Ῥυσθῆναι με τῆς ἐκεῖ, ἀποκειμένης κολάσεως, δεήθητε Χερουβείμ, Θρόνοι Κυριότητες, Ἄγγελοι Ἀρχάγγελοι, Ἀρχαὶ καὶ Δυνάμεις, τὸν Δεσπότην πάσης κτίσεως.

Φωτὸς φῶτα δεύτερα, τοῦ πρώτου ὄντες, ἅγιοι Ἄγγελοι, ἐν μεθέξει ἀΰλῳ καὶ πανολβίῳ καταφαιδρύνεσθε· ὅθεν κραυγάζω· Τὸν νοῦν μου φωτίσατε, ἐσκοτισμένον ἀεὶ βίου τοῖς πάθεσιν.

Ὡς θεῖαι Ἐξουσίαι καὶ Χερουβείμ, Σεραφεὶμ Κυριότητες Ἄγγελοι Θρόνοι, Ἀρχαὶ πᾶσαι καὶ Δυνάμεις πανευκλεεῖς, καὶ ἱεροὶ Ἀρχάγγελοι, δέησιν ποιεῖτε πρὸς τὸν Θεόν, καλῶς ἡμᾶς βιῶσαι, τυχεῖν τε σωτηρίας, καὶ τῶν δεινῶν ἀπολυτρώσασθαι.


Ἀρχάγγελοι Ἄγγελοι Ἀρχαί, Θρόνοι Κυριότητες, τὰ ἑξαπτέρυγα Σεραφείμ, καὶ πολυόμματα Χερουβείμ, τὰ θεῖα τῆς σοφίας ὄργανα, Δυνάμεις Ἐξουσίαι θειότατοι, Χριστῷ πρεσβεύσατε δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πᾶσαι αἱ οὐράνιαι δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: